Προσευχές
Προσευχή για την ενότητα του Ἀρχιμ. Σωφρονίου
ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ τῇ Σῇ ἀναβάσει ἐπὶ τοῦ Γολγοθᾶ ἐξαγοράσας ἡμᾶς ἐκ τῆς κατάρας τοῦ Νόμου καὶ ἀποκαταστήσας τὴν πεπτωκυῖαν εἰκόνα Σου, ὁ ἐκτείνας ἐπὶ τοῦ Σταυροῦ τὰς ἀχράντους χεῖράς Σου, ἵνα τὰ ἐσκορπισμένα τέκνα τοῦ Θεοῦ ἐπισυναγάγῃς εἰς ἕν, καὶ τῇ ἐπιφοιτήσει τοῦ Παναγίου Πνεύματος εἰς ἑνότητα πάντας καλέσας· Σύ, ὁ Ὢν τοῦ Πατρὸς τὸ ἀπαύγασμα, πρὸ τῆς ἐξόδου Σου ἐπὶ τὴν μεγάλην ταύτην καὶ κοσμοσωτήριον ἱερουργίαν, ἐδεήθης τοῦ Πατρός Σου, ἵνα πάντες ἓν ὦμεν, καθὼς Σὺ εἷς εἶ μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος τοῦ Ἁγίου.
Παράσχου τοίνυν ἡμῖν χάριν καὶ σοφίαν τὴν ἐντολὴν ταύτην καθ᾿ ἑκάστην ἡμέραν ἐκπληροῦν, καὶ ἐνίσχυσον ἡμᾶς εἰς τὸν ἀγῶνα τῆς ἀγάπης ἐκείνης, ἣν Σὺ ἐνετείλω ἡμῖν, εἰπών:
«ΑΓΑΠΑΤΕ ΑΛΛΗΛΟΥΣ, ΚΑΘΩΣ ΗΓΑΠΗΣΑ ΗΜΑΣ».
Δώρησαι ἡμῖν διὰ τοῦ Ἁγίου Σου Πνεύματος τὴν δύναμιν τοῦ ταπεινοῦν ἑαυτοὺς ὁ εἷς ἐνώπιον τοῦ ἑτέρου, ἐν τῷ κατανοεῖν ὅτι:
ΕΑΝ ΤΙΣ ΠΛΕΙΟΝ ΑΓΑΠᾼ ΕΚΕΙΝΟΣ ΚΑΙ ΠΛΕΙΟΝ ΤΑΠΕΙΝΟΥΤΑΙ.
Δίδαξον ἡμᾶς εὔχεσθαι ὁ εἷς ὑπὲρ τοῦ ἄλλου, ἀλλήλων τὰ βάρη βαστάζειν ἐν ὑπομονῇ, καὶ ἕνωσον ἡμᾶς τῷ συνδέσμῳ τῆς ἀκαταλύτου ἀγάπης εἰς μίαν ποίμνην ὑπηκόων προβάτων περὶ τὸν ἠγαπημένον Πατέρα καὶ Ἡγούμενον ἡμῶν, χαριζόμενος ἡμῖν ὡσαύτως τοῦ ὁρᾷν ἐν ἑκάστῳ ἀδελφῷ ἡμῶν τὴν εἰκόνα τῆς ἀῤῥήτου δόξης Σου καὶ μὴ ἐπιλανθάνεσθαι ὅτι:
Ο ΑΔΕΛΦΟΣ ΗΜΩΝ Η ΖΩΗ ΗΜΩΝ ΕΣΤΙ.
Ναί, Κύριε, ὁ τῇ Σῇ εὐδοκίᾳ ἐπισυναγαγὼν ἡμᾶς ἐκ τῶν περάτων τῆς γῆς, ποίησον ἡμᾶς γενέσθαι ἐν ἀληθείᾳ μίαν οἰκογένειαν ζῶσαν ἐν μιᾷ καρδίᾳ, μιᾷ θελήσει, μιᾷ ἀγάπῃ, ὡς εἷς ἄνθρωπος κατὰ τὴν περὶ τοῦ προπάτορος Ἀδὰμ προαιώνιον βουλήν Σου. Στερέωσον τὸν ἅγιον τόπον τοῦτον, ὃν ἐφύτευσεν ἡ Δεξιά Σου καὶ ἀεὶ ἐπισκίαζε αὐτὸν τῇ σκέπῃ τῆς Ὑπεραγίας Μητρός Σου καὶ πάντων τῶν Ὁσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν, εὐλογῶν καὶ ὑπερασπιζόμενος ἕνα ἕκαστον ἡμῶν (κατ᾿ ὄνομα)· ἡμᾶς δὲ διαφυλάττων ἐκ φθοροποιῶν λογισμῶν, ἀναρμόστων λόγων ἢ κινήσεων καρδίας, δυναμένων ἐπιβλάψαι τὸ ἱερὸν ἔργον τῆς διακονίας ἡμῶν, ὅπως οἰκοδομηθῇ ὁ Οἶκος οὗτος ἐπὶ τὴν πέτραν τῶν εὐαγγελικῶν ἐντολῶν Σου εἰς τόπον θεραπείας, ἁγιασμοῦ καὶ σωτηρίας, δι᾿ ἡμᾶς αὐτοὺς καὶ διὰ πάντας τοὺς αὐτῷ προσερχομένους τοὺς κοπιῶντας καὶ πεφορτισμένους ἀδελφοὺς ἡμῶν, ἵνα πάντες εὕρωμεν ἀνάπαυσιν ἐν Σοί, τῷ πρᾴῳ καὶ ταπεινῷ Βασιλεῖ ἡμῶν, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΜΗΝ.
Ἀρχιμ. Σωφρόνιος (Σαχάρωφ)